Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.29 Dem. 21.32 (English) >>Dem. 21.34

21.30ἔχει δʼ οὐχ οὕτω ταῦτα, οὐδʼ ἐγγύς. οὐδένα γὰρ τῶν ἀδικούντων ὑμεῖς οὐδενὶ τῶν κατηγόρων ἐκδίδοτε· οὐδὲ γὰρ ἐπειδὰν ἀδικηθῇ τις, ὡς ἂν ἕκαστος ὑμᾶς παθὼν πείσῃ, ποιεῖσθε τὴν τιμωρίαν, ἀλλὰ τοὐναντίον νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων, ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν, ἀδήλοις δὲ τοῖς ἀδικησομένοις. οὗτοι δὲ τί ποιοῦσιν οἱ νόμοι; πᾶσιν ὑπισχνοῦνται τοῖς ἐν τῇ πόλει, δίκην, ἂν ἀδικηθῇ τις, ἔσεσθαι διʼ αὐτῶν λαβεῖν. ὅταν τοίνυν τῶν παραβαινόντων τινὰ τοὺς νόμους κολάζητε, οὐ τοῖς κατηγόροις τοῦτον ἐκδίδοτε, ἀλλὰ τοὺς νόμους ὑμῖν αὐτοῖς βεβαιοῦτε. 21.31ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτον, ὅτιΔημοσθένηςφησὶνὕβρισται,” δίκαιος καὶ κοινὸς καὶ ὑπὲρ ἁπάντων ἔσθʼ λόγος. οὐ γὰρ εἰς Δημοσθένην ὄντα μʼ ἠσέλγαινε μόνον ταύτην τὴν ἡμέραν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον· τοῦτο δʼ ὅσον δύναται γνοίητʼ ἂν ἐκ τωνδί. 21.32ἴστε δήπου τοῦθʼ ὅτι τῶν θεσμοθετῶν τούτων οὐδενὶ θεσμοθέτης ἔστʼ ὄνομα, ἀλλʼ ὁτιδήποθʼ ἑκάστῳ. ἂν μὲν τοίνυν ἰδιώτην ὄντα τινʼ αὐτῶν ὑβρίσῃ τις κακῶς εἴπῃ, γραφὴν ὕβρεως καὶ δίκην κακηγορίας ἰδίαν φεύξεται, ἐὰν δὲ θεσμοθέτην, ἄτιμος ἔσται καθάπαξ. διὰ τί; ὅτι τοὺς νόμους ἤδη τοῦτο ποιῶν προσυβρίζει καὶ τὸν ὑμέτερον κοινὸν στέφανον καὶ τὸ τῆς πόλεως ὄνομα· γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἔστʼ ὄνομα, ἀλλὰ τῆς πόλεως.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.29 Dem. 21.32 (English) >>Dem. 21.34

Powered by PhiloLogic